A new poem by Sappho has been found and is given in the latest Times Literary Supplement:
West, Martin
A new Sappho poem
TLS June 24 2005 5334: 8
Here's the Greek:
ὕμμες πεδά Μοίσαν ἰσκόλπων κάλα δῶρα, παῖδες,
σπουδάσδετε καὶ τὰν φιλάοιδον λιγύραν χελύνναν
ἔμοι δ’ἄπαλον πρίν ποτ’ ἔοντα χρόα γῆρας ἤδη
ἐπέλλαβε, λεῦκαι δ’ἐγένοντο τρίχες ἐκ μελαίναν
βάρυς δέ μ’ ὀ θῦμος πεπόηται, γόνα δ’οὐ φέροισι,
τὰ δή ποτα λαίψηρ’ ἔον ὄρχησθ’ ἴσα νεβρίοισι.
τὰ μὲν στεναχίσδω θαμέως · άλλα τί κεν ποείην;
ἀγήροαν ἄνθρωπον ἔοντ’ οὐ δύνατον γένεσθαν,
καὶ γάρ ποτα Τίθωνον ἔθαντο βροδόπαχυν Αὔων
ἔρωι φ..αθεισαν βάμεν’ εἰς ἔσχατα γᾶς φέροισαν,
ἔοντα κάλον καί νέον, ἀλλ’ αὒτον ὒμως ἔμαρψε
χρόνωι πόλιον γῆρας, ἔχοντ’ ἀθανάταν ἄκοιτιν.